Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.129 Dem. 18.133 (English) >>Dem. 18.136

18.131ἀλλʼ ὅμως οὕτως ἀχάριστος εἶ καὶ πονηρὸς φύσει ὥστʼ ἐλεύθερος ἐκ δούλου καὶ πλούσιος ἐκ πτωχοῦ διὰ τουτουσὶ γεγονὼς οὐχ ὅπως χάριν αὐτοῖς ἔχεις, ἀλλὰ μισθώσας σαυτὸν κατὰ τουτωνὶ πολιτεύει. καὶ περὶ ὧν μὲν ἔστι τις ἀμφισβήτησις, ὡς ἄρʼ ὑπὲρ τῆς πόλεως εἴρηκεν, ἐάσω· δʼ ὑπὲρ τῶν ἐχθρῶν φανερῶς ἀπεδείχθη πράττων, ταῦτʼ ἀναμνήσω.

18.132τίς γὰρ ὑμῶν οὐκ οἶδεν τὸν ἀποψηφισθέντʼ Ἀντιφῶντα, ὃς ἐπαγγειλάμενος Φιλίππῳ τὰ νεώριʼ ἐμπρήσειν εἰς τὴν πόλιν ἦλθεν; ὃν λαβόντος ἐμοῦ κεκρυμμένον ἐν Πειραιεῖ καὶ καταστήσαντος εἰς τὴν ἐκκλησίαν βοῶν βάσκανος οὗτος καὶ κεκραγώς, ὡς ἐν δημοκρατίᾳ δεινὰ ποιῶ τοὺς ἠτυχηκότας τῶν πολιτῶν ὑβρίζων καὶ ἐπʼ οἰκίας βαδίζων ἄνευ ψηφίσματος, ἀφεθῆναι ἐποίησεν. 18.133καὶ εἰ μὴ βουλὴ ἐξ Ἀρείου πάγου τὸ πρᾶγμʼ αἰσθομένη καὶ τὴν ὑμετέραν ἄγνοιαν ἐν οὐ δέοντι συμβεβηκυῖαν ἰδοῦσα ἐπεζήτησε τὸν ἄνθρωπον καὶ συλλαβοῦσʼ ἐπανήγαγεν ὡς ὑμᾶς, ἐξήρπαστʼ ἂν τοιοῦτος καὶ τὸ δίκην δοῦναι διαδὺς ἐξεπέπεμπτʼ ἂν ὑπὸ τοῦ σεμνολόγου τουτουί· νῦν δʼ ὑμεῖς στρεβλώσαντες αὐτὸν ἀπεκτείνατε, ὡς ἔδει γε καὶ τοῦτον. 18.134τοιγαροῦν εἰδυῖα ταῦθʼ βουλὴ ἐξ Ἀρείου πάγου τότε τούτῳ πεπραγμένα, χειροτονησάντων αὐτὸν ὑμῶν σύνδικον ὑπὲρ τοῦ ἱεροῦ τοῦ ἐν Δήλῳ ἀπὸ τῆς αὐτῆς ἀγνοίας ἧσπερ πολλὰ προΐεσθε τῶν κοινῶν, ὡς προσείλεσθε κἀκείνην καὶ τοῦ πράγματος κυρίαν ἐποιήσατε, τοῦτον μὲν εὐθὺς ἀπήλασεν ὡς προδότην, Ὑπερείδῃ δὲ λέγειν προσέταξε· καὶ ταῦτʼ ἀπὸ τοῦ βωμοῦ φέρουσα τὴν ψῆφον ἔπραξε, καὶ οὐδεμία ψῆφος ἠνέχθη τῷ μιαρῷ τούτῳ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.129 Dem. 18.133 (English) >>Dem. 18.136

Powered by PhiloLogic